And the Goddess cordially admitted me, with her hand my right hand held and thus spoke and addressed me; Oh youth, to the immortal charioteers firmly raised with the mares that bring you as you come to our halls, be glad!, since you were not by evil destiny prompted to share this path – for indeed is beyond men’s feet – but by Rightness as well as Justice. And you have to know everything, both the well-rounded truth’s unshakable heart, and mortals’ opinions, empty of true faith. However, these also will you learn, that false beliefs like true must seem, pervading everything by all means.

καί με θεὰ πρόφρων ὑπεδέξατο͵ χεῖρα δὲ χειρί δεξιτερὴν ἕλεν͵ ὧδε δ΄ ἔπος φάτο καί με προσηύδα· ὦ κοῦρ΄ ἀθανάτοισι συνάορος ἡνιόχοισιν͵ ἵπποις ταί σε φέρουσιν ἱκάνων ἡμέτερον δῶ͵ χαῖρ΄͵ ἐπεὶ οὔτι σε μοῖρα κακὴ προὔπεμπε νέεσθαι τήνδ΄ ὁδόν (ἦ γὰρ ἀπ΄ ἀνθρώπων ἐκτὸς πάτου ἐστίν)͵ ἀλλὰ θέμις τε δίκη τε. χρεὼ δέ σε πάντα πυθέσθαι ἠμὲν Ἀληθείης εὐκυκλέος ἀτρεμὲς ἦτορ ἠδὲ βροτῶν δόξας͵ ταῖς οὐκ ἔνι πίστις ἀληθής. ἀλλ΄ ἔμπης καὶ ταῦτα μαθήσεαι͵ ὡς τὰ δοκοῦντα χρῆν δοκίμως εἶναι διὰ παντὸς πάντα περῶντα.

Parmenides